Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.136 Joseph. AJ 9.140 (English) >>Joseph. AJ 9.145

9.138οἱ δὲ τούς τε ἄνδρας ἅπαντας κατέσφαξαν καὶ τὸν οἶκον τοῦ Βαὰλ ἐμπρήσαντες ἐκάθηραν οὕτως ἀπὸ τῶν ξενικῶν ἐθισμῶν τὴν Σαμάρειαν. οὗτος Βαὰλ Τυρίων ἦν θεός. Ἄχαβος δὲ τῷ πενθερῷ βουλόμενος χαρίσασθαι Εἰθωβάλῳ Τυρίων ὄντι βασιλεῖ καὶ Σιδωνίων ναόν τε αὐτῷ κατεσκεύασεν ἐν Σαμαρείᾳ καὶ προφήτας ἀπέδειξε καὶ πάσης θρησκείας ἠξίου. 9.139ἀφανισθέντος δὲ τούτου τοῦ θεοῦ τὰς χρυσᾶς δαμάλεις προσκυνεῖν τοῖς Ἰσραηλίταις Ἰηοῦς ἐπέτρεψε. ταῦτα δὲ διαπραξαμένῳ καὶ προνοήσαντι τῆς κολάσεως τῶν ἀσεβῶν θεὸς διὰ τοῦ προφήτου προεῖπεν ἐπὶ τέσσαρας γενεὰς τοὺς παῖδας αὐτοῦ βασιλεύσειν τῶν Ἰσραηλιτῶν. καὶ τὰ μὲν περὶ Ἰηοῦν ἐν τούτοις ὑπῆρχεν. 9.140

Ὀθλία δʼ Ἀχάβου θυγάτηρ ἀκούσασα τήν τʼ Ἰωράμου τἀδελφοῦ τελευτὴν καὶ τὴν Ὀχοζία τοῦ παιδὸς καὶ τοῦ γένους τῶν βασιλέων τὴν ἀπώλειαν ἐσπούδαζε μηδένα τῶν ἐκ τοῦ Δαυίδου καταλιπεῖν οἴκου, πᾶν δʼ ἐξαφανίσαι τὸ γένος, ὡς ἂν μηδὲ εἷς ἐξ αὐτοῦ βασιλεὺς ἔτι γένοιτο. 9.141καὶ τοῦθʼ ὡς μὲν ᾤετο διεπράξατο, διεσώθη δὲ εἷς υἱὸς Ὀχοζίου, τρόπῳ δὲ τοιούτῳ τὴν τελευτὴν διέφυγεν· ἦν Ὀχοζίᾳ ὁμοπάτριος ἀδελφὴ Ὠσαβέθη ὄνομα· ταύτῃ συνῆν ἀρχιερεὺς Ἰώδας. 9.142εἰσελθοῦσα δʼ εἰς τὸ βασίλειον καὶ τοῖς ἀπεσφαγμένοις τὸν Ἰώασον, τοῦτο γὰρ προσηγορεύετο τὸ παιδίον ἐνιαύσιον, ἐγκεκρυμμένον εὑροῦσα μετὰ τῆς τρεφούσης βαστάσασα μετʼ αὐτῆς εἰς τὸ ταμιεῖον ἀπέκλεισε τῶν κλινῶν καὶ λανθάνοντες ἀνέθρεψαν αὐτή τε καὶ ἀνὴρ αὐτῆς Ἰώδας ἐν τῷ ἱερῷ ἔτεσιν ἕξ, οἷς ἐβασίλευσεν Ὀθλία τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.136 Joseph. AJ 9.140 (English) >>Joseph. AJ 9.145

Powered by PhiloLogic